TLG 2284 003 :: ANAXANDRIDAS :: Fragmenta

ANAXANDRIDAS Hist.
(Delphicus: 3–2 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 106–107.

Frr. 1–7

Citation: Fragment — ( line)

t1

ΠΕΡΙ ΤΟΥ ΕΝ ΔΕΛΦΟΙΣ ΧΡΗΣΤΗΡΙΟΥ. E LIBRO PRIMO.

1

Stephan. Byz.: Παρνασσὸς, ὄρος Δελφῶν ... Ἔνιοι δέ φασιν ἀπὸ Παρνασσοῦ Παρνασσὸν τοὔνομα λαβεῖν, ὃν καὶ μαντεύσασθαι Πυθοῖ πρῶτον, ὡς Ἀλέξανδρος (scr. Ἀλεξανδρίδης) φησὶν ἐν πρώτῳ Περὶ τοῦ ἐν Δελφοῖς
5χρηστηρίου.

t2-6

ΠΕΡΙ ΤΩΝ ΣΥΛΗΘΕΝΤΩΝ ΕΝ ΔΕΛΦΟΙΣ ΑΝΑΘΗΜΑΤΩΝ.

t2

E LIBRO PRIMO.

2

Zenob. I, 57: [Ἄκρον λάβε καὶ μέσον ἕξεις.] Ἀπελλαῖοι (Πελληναῖοι?) περισωθέντες ἀπὸ τοῦ περὶ Κλεισθένην πολέμου ἐπυνθά‐ νοντο τοῦ θεοῦ πότερον τὴν προτέραν αὐτῶν ἀνοικήσειαν
5πόλιν ἢ ἑτέραν ποιήσουσιν. Ἀπεκρίνατο δὲ ἡ Πυθία· «Πείθου ἐμοῖσι λόγοισιν· ἄκρον λάβε καὶ μέ‐ σον ἕξεις.» Καὶ ἄκραν ἔχουσαν τὴν πόλιν ᾤκησαν καταλαβόμενοι. Ἡ ἱστορία παρὰ Ἀλε‐ ξάνδρῳ
10ἐν πρώτῃ Περὶ τῶν συληθέντων ἐν Δελ‐ φοῖς ἀναθημάτων.

3

Plutarch. Lysandr. c. 12, de proelio ad Aegospo‐ tamos: Ἦσαν δέ τινες οἱ τοὺς Διοσκόρους ἐπὶ τῆς Λυσάνδρου νεὼς ἑκατέρωθεν, ὅτε τοῦ λιμένος ἐξέπλει πρῶτον ἐπὶ τοὺς πολεμίους, ἄστρα τοῖς οἴαξιν ἐπιλάμ‐
5ψαι λέγοντες. —Cap. 18: Ὁ δὲ Λύσανδρος ἔστησεν ἀπὸ τῶν λαφύρων ἐν Δελφοῖς αὑτοῦ χαλκῆν εἰκόνα καὶ τῶν ναυάρχων ἑκάστου καὶ χρυσοῦς ἀστέρας τῶν Διοσ‐ κόρων, οἳ πρὸ τῶν Λευκτρικῶν ἠφανίσθησαν. Ἐν δὲ τῷ Βρασίδου καὶ Ἀκανθίων θησαυρῷ τριήρης ἔκειτο διὰ
10χρυσοῦ πεποιημένη καὶ ἐλέφαντος δυεῖν πηχῶν, ἣν Κῦρος αὐτῷ νικητήριον ἔπεμψεν. Ἀλεξανδρίδης δὲ ὁ Δελφὸς ἱστορεῖ καὶ παρακαταθήκην ἐνταῦθα Λυσάν‐ δρου κεῖσθαι τάλαντον ἀργυρίου καὶ μνᾶς πεντήκοντα δύο καὶ πρὸς τούτοις ἕνδεκα στατῆρας, οὐχ ὁμολογού‐
15μενα γράφων τοῖς περὶ τῆς πενίας τοῦ ἀνδρὸς ὁμολογου‐ μένοις.

4

Schol. Arist. Plut. 925: Σίλφιον βοτάνη πολυτί‐ μητος· ἡ δὲ αἰτία τοιαύτη ἐστί. Βάττος, ὁ καὶ Ἀριστο‐ τέλης, πόλιν ἐν Λιβύῃ Κυρήνην [λεγομένην] ἔκτισε κατὰ τὸν δοθέντα αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος χρησμόν·106
5καὶ οἱ πολῖται οἱ Κυρηναῖοι ἀνταπόδοσιν τῆς εὐεργεσίας βουλόμενοι χαρίσασθαι τῷ βασιλεῖ, ἐποίησαν δακτύλιον, ἐν ᾧ ἡ πόλις αὐτῶν προσφέρει τῷ βασιλεῖ τὸ σίλφιον. Καὶ τὸ φύλλον δὲ αὐτοῦ καὶ ὁ καρπὸς καὶ ὁ καυλὸς καὶ ὁ ὀπὸς καὶ ἁπλῶς τὸ πᾶν αὐτοῦ πολλῆς τιμῆς ἄξιόν
10ἐστιν. Καὶ οἱ Ἀμπελιῶται δὲ ἔθνος Λιβύης, εἰς Δελ‐ φοὺς ἀνέθεσαν καυλὸν σιλφίου, ὥς φησιν Ἀλεξανδρίδης.

5

Schol. Eur. Alcest. 1: Ἀλεξανδρίδης (libri Ἀνα‐ ξανδρίδης) ὁ Δελφός φησι θητεῦσαι αὐτὸν (τὸν Ἀπόλ‐ λωνα) διότι τὸν Πυθοῖ δράκοντα ἀνεῖλεν.

6

Plutarch. Qu. Gr. c. 9: Τίς ὁ παρὰ Δελφοῖς Ὁσιω‐ τὴρ καὶ διὰ τί Βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν; Ὁσιω‐ τῆρα μὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, ὅταν Ὅσιος ἀποδειχθῇ. Πέντε δέ εἰσιν Ὅσιοι διὰ βίου, καὶ τὰ
5πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι, καὶ συνιε‐ ρουργοῦσιν, ἅτε γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος. Ὁ δὲ Βύσιος μὴν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν· ἔαρος γὰρ ἄρχει, καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει· τὸ δ’ ἀληθὲς οὐκ ἔχει οὕτως. Οὐ γὰρ
10ἀντὶ τοῦ φ τῷ β χρῶνται Δελφοὶ, καθάπερ Μακεδόνες, Βίλιππον καὶ Βαλακρὸν καὶ Βερονίκην λέγοντες· ἀλλ’ ἀντὶ τοῦ π· καὶ γὰρ τὸ πατεῖν, βατεῖν, καὶ τὸ πικρὸν, βικρὸν ἐπιεικῶς καλοῦσιν. Ἔστιν οὖν Πύσιος ὁ Βύσιος, ἐν ᾧ πυστιῶνται· καὶ πυνθάνονται τοῦ θεοῦ. Τὸ γὰρ
15ἐννοεῖν καὶ πάτριον. Ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστή‐ ριον ἐγίγνετο, καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον, καὶ πολύφθοον ὀνομάζουσιν, οὐ διὰ τὸ πέτ‐ τεσθαι φθόϊς, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν. Ὀψὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς
20δεομένοις· πρότερον δὲ ἅπαξ ἐθεμίστευεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀλεξανδρίδης ἱστο‐ ρήκασι.

t7

ΠΕΡΙ ΛΥΚΩΡΕΙΑΣ. E LIBRO SECUNDO.

7

Stephan. Byz.: Λυκώρεια, κώμη ἐν Δελφοῖς. Καλ‐ λίμαχος τρίτῳ. Ἀπὸ Λυκωρέως τοῦ βασιλέως. Ὁ πολί‐ της Λυκωρεὺς καὶ Λυκώριος καὶ Λυκωρείτης. Ἔστι καὶ Λυκώρειος Ζεὺς καὶ Λυκώρειον διὰ διφθόγγου.
5Λύλη, πόλις Ἀρκαδίας. Ἀλέξανδρος δευτέρῳ Περὶ
Λυκωρείας.107